Ὕμνος νς΄ (56ος) Εἰς τὴν λαβίδα τὴν μυστικήν, τὴν συλλαβοῦσαν τὸν ἄνθρακα Χριστόν, Μαρίαν
Ἀπειρογάμως τὸν Χριστὸν κυήσασα,
τὸν καθ’ ἡμᾶς λαβόντα φύσιν δι᾿ ἡμᾶς
καὶ ἄτρεπτον κατ’ ἄμφω διαμείναντα,
δυσώπει δοῦναί μοι κηρῶν τὴν ἄφεσιν.
Ναὸς ἐδείχθης καθαρός, Θεόνυμφε
Μαρία, τοῦ Χριστοῦ τοῦ ὑποστήσαντος
τὰ πάντα πανσθενῶς καὶ διατάξαντος
πανσόφως, Πάναγνε, ὃν ἐκδυσώπει μοι.
Ἡ τετοκυῖα τὸν Θεὸν τὸν ἀναλλοίωτον,
ἀλλοιουμένην, Κόρη, τὴν καρδίαν μου
τῇ ἁμαρτίᾳ καὶ παντοίαις προσβολαῖς,
οἰκτείρησον, Παρθένε, καὶ στερέωσον.
Μόνην ὡραίαν Σε, ἁγνὴν εὑράμενος
ὁ Λόγος ἀπ’ αἰώνων ὁ προάναρχος,
ἐν Σοὶ σκηνῶσαι μυστικῶς ηὐδόκησε
δι᾿ εὐσπλαγχνίαν καὶ ἡμᾶς ἀνέπλασε.
Τῷ Θεολήπτῳ Δανιὴλ τεθέασαι
ὡς ὅρος, Θεομῆτορ, ἀλατόμητον·
ἐκ σοῦ γὰρ λίθος ἀχειρότμητος Χριστὸς
ἐτμήθη, ὃς τὰ εἴδωλα συνέτριψεν.
Οἱ στρατηγοὶ τῶν ἄνω συνδοξάζουσιν
ἐν ὕμνοις σοῦ τὸν τόκον, παμμακάριστε,
καὶ Σὲ χαρμονικῶς ὑμνοῦσιν, ὑπερθαύμαστε,
ὡς τοῦ Θεοῦ Μητέρα, ὑπερύμνητε.
Μαρμαρυγαῖς τοῦ φέγγους σου φωταγωγεῖς
τοὺς Θεοτόκον εὐσεβῶς ὁμολογοῦντάς Σε,
Μαρία, τοῦ φωτὸς σκηνὴ ὁλόφωτε,
διὸ καὶ φωτισθέντες μακαρίζομεν.
(Θεοτοκάριον, σελ. 117-118)

