Μετάβαση στο κύριο περιεχόμενο

Ὕμνος ρθ΄ (109ος) Εἰς τὴν θερμὴν πρεσβείαν, τὴν Παρθένον Μαρίαν – Ἁγίου Νεκταρίου Πενταπόλεως

Ο Σωτήρ · Τεύχος 1 & 15 Αυγούστου 2026

Πρεσβείαν κεκτημένη Σὺ ἀκοίμητον,
τὰ πάθη τῆς ψυχῆς μου κατακοίμισον,
Σαῖς μεσιτείαις ἱεραῖς, Πανάχραντε,
καὶ νῆψιν πρὸς λατρείαν θείαν δώρησαι.

Σὲ προστασίαν οἱ πιστοὶ κεκτήμεθα,
Παρθένε Παναγία, μεταποίησον
εἰς χαρμονὴν τὴν λύπην καὶ κατήφειαν
καὶ θλίψεως Σὺ ρῦσαι τῆς εἰς θάνατον.

Τὴν ἰοβόλοις φαρμαχθεῖσαν δήγμασ
ψυχήν μου, τὴν δεινῶς, Παρθένε, πάσχουσαν,
Σῶν πρεσβειῶν φαρμάκῳ Σὺ θεράπευσον
καὶ εἰς τελείαν ρῶσιν ἀνακάλεσον.

Τὸν τῆς ψυχῆς μου κλύδωνα κατεύνασον
ταῖς πρὸς Θεόν, Παρθένε, ἱκεσίαις σου,
ἐπαναστάσεις δὲ παθῶν μου κοίμισοντῇ
Σῇ ἀγρύπνῳ πρὸς Θεὸν δεήσει σου.

Φωτὸς Νεφέλη, ζόφῳ σκοτισθέντα με
φωτί σου τὴν ψυχήν μου φωταγώγησον
καὶ τῶν κακῶν τὰ νέφη Σὺ διάλυσον
καὶ φωτεινόν, Παρθένε, με ἀνάδειξον.

Ρῦσαι ἡμᾶς τῶν ἀναγκῶν, Θεόνυμφε,
Μῆτερ Ὑπεραγία τοῦ Θεοῦ ἡμῶν,
ἵνα σωθέντες πάντες μακαρίζωμεν·
Χαῖρε, ἡ προστασία τῶν ψυχῶν ἡμῶν.

 (Θεοτοκάριον, σελ. 191-192)