Μετάβαση στο κύριο περιεχόμενο
Η φωνή των Πατέρων

Ὕμνος νζ΄ (57ος) Εἰς τὴν Μαρίαν τὴν Παρθένον – Ἁγίου Νεκταρίου Πενταπόλεως

Ο Σωτήρ · Τεύχος 1 Μαΐου 2026

Καύχημα πιστῶν, Παρθένε, πέλεις καὶ τιμὴ καὶ δόξα
καὶ προστάτις ἐν κινδύνοις, καταφύγιον ἐν ζάλαις
καὶ λιμὴν καὶ τεῖχος, Κόρη. Πρὸς γὰρ τὸν Υἱὸν ἐντεύξεις
φέρεις καὶ κινδύνων σῴζεις τοὺς τιμῶντάς Σε ἐν πόθῳ.

Μητρικὴν Σὺ παρρησίαν πρὸς Υἱόν σου κεκτημένη,
συγγενοῦς ἡμῶν προνοίας μὴ παρίδῃς, δυσωποῦμεν,
ὅτι οἱ πιστοὶ Σὲ μόνην προβαλλόμεθα, Παρθένε,
ἱλασμὸν πρὸς σωτηρίαν, Δέσποινα ὑπεραγία.

Ἱκεσίαις σου ρυσθείην, τῶν δεινῶν πταισμάτων, Κόρη,
τύχοιμι δὲ σωτηρίας καὶ ἐλλάμψεως τῆς θείας
τοῦ ἐκ σοῦ, ἁγνὴ Παρθένε, ἀπορρήτως σαρκωθέντος,
τοῦ Υἱοῦ σου καὶ Θεοῦ σου, ὃν ὑπὲρ ἡμῶν δυσώπει.

Ἱκετεύουσα, Παρθένε, ὑπὲρ οἰκετῶν μὴ παύσῃ,
ὅτι στήριγμα ὑπάρχεις καὶ ἐλπὶς καὶ προστασία
καὶ τῇ σῇ ἐλπίδι πάντες κραταιούμεθα, Παρθένε,
καὶ Σὲ πόθῳ ἀνυμνοῦμεν ὡς Θεόνυμφον Μητέρα.

Τοῦ παραπεσόντος ὤφθης πρωτοπλάστου ἡ θυγάτηρ,
τοῦ Θεοῦ δὲ Μήτηρ, Κόρη, τοῦ ἀνακαινίσαντός μοι
τὴν οὐσίαν τὴν φθαρεῖσαν, ὃν ὑμνεῖ ἡ πᾶσα κτίσις
καὶ ἡμεῖς ὑπερυψοῦμεν εἰς αἰῶνας τῶν αἰώνων.

Ὑπὲρ φύσιν, Θεοτόκε, πᾶσιν ὤφθης τετοκυῖα
ἐν σαρκὶ τὸν θεῖον Λόγον, ὃν πρὸ πάντων τῶν αἰώνων
ὁ Πατὴρ ἀπὸ καρδίας ἐξηρεύξατο, ὃν πάντες
Ὑπερούσιον νοοῦμεν, εἰ καὶ σῶμα ἐνεδύθη.

                                                             (Θεοτοκάριον, σελ. 118-119)