Μετάβαση στο κύριο περιεχόμενο
Η φωνή των Πατέρων

Ὕμνος νγ΄(530ς) Εἰς τὴν λογικὴν Περιστερὰν τοῦ Θείου Λόγου – Ἁγίου Νεκταρίου Πενταπόλεως

Ο Σωτήρ · Τεύχος 1 Οκτωβρίου 2026

Χαρᾶς τῆς αἰωνίου ἀναδέδειξαι
αἰτία, Παναγία Ἀειπάρθενε,
ἡ τὸν Σωτῆρα κόσμου ἀποτέξασα,
τὸν τὴν χαρὰν τοῖς πᾶσιν ἀνατείλαντα.

Δαυῒδ ὁ σὸς προπάτωρ, Κόρη, κιβωτὸν
συμβολικῶς ἐν ὕμνοις ἀπεκάλεσε
καὶ θείου μάννα στάμνον ἔφη Μωϋσῆς·
καὶ γὰρ Θεὸν ἐν κόλποις Σὺ ἐχώρησας.

Σὺ ὑπερτέρα πέλεις πάσης κτίσεως·
τὸν γὰρ Θεόν, Παρθένε, ἀπεκύησας·
διὸ προστάτιν μόνην Σε κατέχομεν,
ἐλπίδα δὲ βεβαίαν Σοι ἐλπίζομεν.

Ὑφάνασα ἱστὸν ἐκ τῶν αἱμάτων σου,
περιβολήν, Παρθένε, τῷ ἐνδύοντι
τὸν οὐρανὸν νεφέλαις καὶ στεγάζοντι
τὴν γῆν, μὲ γυμνωθέντα δόλῳ ἔνδυσον.

Κοιλάδων τῶν τοῦ βίου Σε ἀναλαβὼν
ὁ Πλαστουργὸς ὡς κρίνον, Ἀειπάρθενε,
τῷ κόσμῳ εὐωδίαν, Κόρη, ἄρρητον
διέπνευσεν ἀρρήτως, Μητροπάρθενε.

Ἐξ ἔργων σωτηρία οὐχ ὑπάρχει μοι,
διὸ ἐν πεποιθήσει Σοι προσέδραμον,
ἀπεγνωσμένον σῶσόν με πρεσβείαις σου,
πανύμνητε Παρθένε, Θεονύμφευτε.

Φωτός, καθαρωτάτη, ἐνδιαίτημα,
Ἡλίου τοῦ ἀδύτου θεῖον ὄχημα,
καρδίαν σκοτισθεῖσαν διαφώτισον
καὶ τὰς τῆς διανοίας κόρας αὔγασον.

(Θεοτοκάριον, σελ. 113-115)