Ἡ ὁδὸς ἡ εὐθεῖα, ἡ φέρουσα
σωτηρίας πρὸς τρίβους, Θεόνυμφε,
ἡ ὁδὸν ἀληθείας κυήσασα,
ὁδηγὸς ἀπλανής μοι γενήθητι.
Κατανύξεως δάκρυά μοι ὄμβρισον,
τὴν Πηγὴν τῆς Ζωῆς ἡ κυήσασα,
καὶ παθῶν τὰς ἐκχύσεις ἀνάστειλον,
ἀπαθείας πρὸς τρίβους εἰσάγουσα.
Ἡ τὸν Λόγον τεκοῦσα τὸν Ἅγιον,
τὴν ψυχήν μου, Παρθένε, ἁγίασον,
πειρασμῶν τρικυμίας κατάπαυσον
καὶ παθῶν με δεινῶν ἐλευθέρωσον.
(Θεοτοκάριον, σελ. 266)
***
Κανὼν ς΄ (Παρακλητικός) ᾠδὴ ε΄
Σὲ τὴν ἀειμακάριστον αἱ γενεαὶ τῶν γενεῶν
νῦν μακαρίζουσιν, Ἁγνή, Δυνάμεις τε τῶν Οὐρανῶν,
ὡς τὰ ἐν γῇ τοῖς οὐρανοῖς ἀφράστως πως συνάψασαν·
Εὐλογητὴ ἐν γυναιξὶν ἡ τοῦ Ἀδὰμ ἀνάκλησις.
Σῷόν με διαμένειν νῦν καὶ μὴ περιτρεπόμενον
τῆς στάσεως τῆς κρείττονος, ἀλλ᾿ εὐθυποροῦντά με
καὶ τῷ Θεῷ εὐάρεστα πράττοντα ἐνδυνάμωσον,
τὸν Λόγον ἡ κυήσασα, τοὺς ἐξ Ἀδὰμ ρυόμενον.
Ὁ δι᾿ ὑπερβάλλουσαν ἐλέους, Λόγε, ἄβυσσον
τὸ Αἷμά σου ἐν τῷ Σταυρῷ ἐκχέας, ὅπως σώσῃς με,
τὴν τῶν παθῶν μου ἄβυσσον ξήρανον καὶ κατάνυξιν
δός μοι, πρεσβείαις σῆς Μητρός, ὅπως εὐαρεστήσω Σοι.
(Θεοτοκάριον, σελ. 272)

