Φωτοφόρος σκηνή, Παντευλόγητε,
κιβωτὸς χρυσαυγὴς ἀναδέδειξαι,
Θεὸν Λόγον, Ἁγνή, περιέχουσα,
τὸν σαρκὶ καταλύσαντα θάνατον.
Θεοτόκον Σε ἔγνωμεν, Πάναγνε,
καὶ Μητέρα Θεοῦ Σε κηρύττομεν·
ρῦσαι πάντας πυρὸς αἰωνίζοντος
καὶ ἐχθρῶν ἀοράτων, Πανάμωμε.
Τοῦ θανάτου τὴν ρύμην διέκοψας
τὴν ζωὴν συλλαβοῦσα, Πανάχραντε,
καὶ ζωὴν ἐδωρήσω τοῖς μέλπουσι·
Χαῖρε, Κόρη ἁγνή, ἀειπάρθενε.
Σὲ ὡς πύλην ὑμνοῦμεν, τὴν φέρουσαν
πρὸς τὴν θείαν τῆς χάριτος εἴσοδον,
εὐδιάβατον κλίμακ᾿ ἀνάγουσαν
ἐκ τῆς γῆς ἀσφαλῶς πρὸς οὐράνια.
Τῆς ἁγνείας τῷ κάλλει κεκόσμησαι,
εὐπρεπείας δὲ οἶκος γεγένησαι,
Μητροπάρθενε Κόρη, ἀκήρατε,
διὸ πάντες πιστῶς μεγαλύνομεν.
Σκιαὶ νόμου παρῆλθον τῷ Τόκῳ σου,
ἡ ἀλήθεια γὰρ ἡμῖν ἔλαμψε
καὶ ἡ χάρις τῷ κόσμῳ δεδώρηται
καὶ Ἀδὰμ τὸ κατάκριμα πέπαυται.
(Θεοτοκάριον, σελ. 112-113)

