Ὁ ἔμψυχος θάλαμος τοῦ Παντοκράτορος,
λαμπραῖς ταῖς ἀκτῖσι ἐκλάμπων ταῖς χάρισι,
ὡς κρίνον μυρίπνοον ὤφθης καὶ πάλλευκον
ἡ πάναγνος Δέσποινα, ἡ παμμακάριστος.
Ἑστώτων βεβαίωσις, πεσόντων ἀνόρθωσις
ὑπάρχεις, πανάχραντε Θεομακάριστε·
διὸ ἐξανάστησον καταπεσόντα με
καὶ σῶσον φθειρόμενον, Κόρη πανύμνητε.
Καρδίας τὰ ὄμματα φώτισον, δέομαι,
καθάπερ ἠμαύρωσα ταῖς ἁμαρτίαις μου·
αὐγὴν καταπέμπουσα τῆς σῆς ἐλλάμψεως,
Σὺ Δέσποινα πάναγνε, Θεομακάριστε.
Ἀσάλευτον στήριγμα πέλεις τῆς πίστεως,
σεβάσμιον δώρημα τῶν ἀνυμνούντων Σε,
διό Σε γεραίρομεν καὶ μακαρίζομεν,
Παρθένε πανάμωμε, Νύμφη ἀνύμφευτε.
Εἰς πέλαγος ἔφθασα τῆς ἀπογνώσεως
ἐκ πλήθους πταισμάτων μου, Κόρη πανάχραντε·
διὸ ἱκετεύω Σε πρόφθασον, λύτρωσον·
Σὺ γὰρ καθάρσιον πέλεις σωτήριον.
Ὁδοὺς μετανοίας μοι, Κόρη, ὑπόδειξον
καὶ τῆς ἀπαγούσης με πρὸς ἀνοδίας Σὺ
τρίβους ἀπόστρεψον, δέομαι, Δέσποινα,
ἵνα σῳζόμενος ὕμνοις ἐπᾴδω Σοι.
(Θεοτοκάριον, σελ. 116-117)

